Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 51.15 | Dem. 51.19 (English) | >>Dem. 51.22 |
51.18καὶ φασὶ μὲν οὐδένα τούτων πρότερον παρασκευάσασθαι , κελεύουσι δὲ κοινῇ στεφανοῦν ἡμᾶς , τοῦ ψηφίσματος οὐ ταῦτα λέγοντος . ἐγὼ δὲ τοσούτου δέω τοῦτο συγχωρεῖν ὅσουπερ καὶ μεμισθωκέναι τὴν τριηραρχίαν · οὔτε γὰρ τοῦθʼ ὑπομείναιμʼ ἂν οὔτʼ ἐκεῖνʼ ἐποίησα . προσποιοῦνται μὲν τοίνυν ὑπὲρ τοῦ δικαίου συνηγορεῖν , σπουδάζουσιν δὲ μᾶλλον ἢ προῖκʼ ἄν τις ὑμῶν πράττων , ὥσπερ ἄξια τοῦ μισθοῦ ποιῆσαι προσῆκον ἑαυτοῖς , ἀλλʼ οὐ γνώμην ἀποφήνασθαι .
51.19εἶθʼ ὥσπερ οὐχὶ πολιτείας κοινῆς μετέχοντες καὶ διὰ ταῦτα τῷ βουλομένῳ λέγειν ἐξόν , ἀλλʼ ἱερωσύνην ἰδίαν αὐτοί τινα ταύτην ἔχοντες , ἐὰν ὑπὲρ τῶν δικαίων ἐν ὑμῖν τις εἴπῃ , δεινὰ πάσχουσιν καὶ θρασὺν εἶναί φασιν . καὶ εἰς τοσοῦτον ἀναισθησίας προήκουσιν , ὥστʼ οἴονται τὸν ἅπαξ εἰρηκότʼ ἂν καλέσωσιν ἀναιδῆ , σφᾶς αὐτοὺς πάντʼ <ἂν > τὸν βίον καλοὺς κἀγαθοὺς νομίζεσθαι .
51.20καίτοι διὰ μὲν τὰς τούτων δημηγορίας πολλὰ χεῖρον ἔχει , διὰ τοὺς δʼ οἰομένους δεῖν τὰ δίκαιʼ ἀντιλέγειν οὐ πάντʼ ἀπόλωλεν . τοιούτους τοίνυν τοὺς συνεροῦντας αὑτοῖς παρεσκευασμένοι , καὶ τοσαύτην βλασφημίαν εἰδότες οὖσαν καθʼ ἑαυτῶν τοῖς βουλομένοις τι λέγειν φλαῦρον , ὅμως εἰς λόγον ἠξίωσαν καταστῆναι καὶ κακῶς τινʼ ἐτόλμησαν εἰπεῖν , οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς .
τοῦ τοίνυν τούτους ἀδίκους εἶναι καὶ θρασεῖς οὐδένες ὑμῶν εἰσιν αἰτιώτεροι · παρὰ γὰρ τῶν λεγόντων , οὓς ἴστʼ ἐπὶ μισθῷ τοῦτο πράττοντας , πυνθάνεσθε ποῖόν τινʼ ἕκαστον δεῖ νομίζειν , οὐκ αὐτοὶ θεωρεῖτε . καίτοι πῶς οὐκ ἄτοπον τούτους μὲν αὐτοὺς πονηροτάτους τῶν πολιτῶν νομίζειν , τοὺς δʼ ὑπὸ τούτων ἐπαινουμένους χρηστοὺς ἡγεῖσθαι ;
51.21
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 51.15 | Dem. 51.19 (English) | >>Dem. 51.22 |